Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.141 | Dem. 19.145 (English) | >>Dem. 19.148 |
19.143τῇ πόλει μὲν τοίνυν ἀφεστηκέναι μὲν ἁπάντων καὶ τῶν κτημάτων καὶ τῶν συμμάχων , ὀμωμοκέναι δὲ Φιλίππῳ , κἂν ἄλλος τις ἴῃ ποτʼ ἐπʼ αὐτὰ βουλόμενος σῴζειν , ὑμᾶς κωλύσειν καὶ τὸν μὲν ὑμῖν βουλόμενον παραδοῦναι ἐχθρὸν ἡγήσεσθαι καὶ πολέμιον , τὸν δʼ ἀπεστερηκότα σύμμαχον καὶ φίλον .
19.144ταῦτα γάρ ἐσθʼ ἃ συνεῖπε μὲν Αἰσχίνης οὑτοσί , ἔγραψε δʼ ὁ τούτου συνεργὸς Φιλοκράτης · καὶ κρατοῦντος ἐμοῦ τὴν προτέραν ἡμέραν , καὶ πεπεικότος ὑμᾶς τὸ τῶν συμμάχων δόγμα κυρῶσαι καὶ καλέσαι τοὺς πρέσβεις τοὺς τοῦ Φιλίππου , ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν τὴν Φιλοκράτους γνώμην ἔπεισεν ἑλέσθαι , ἐν ᾗ καὶ ταῦτα καὶ πόλλʼ ἄλλʼ ἔτι τούτων δεινότερʼ ἐστὶ γεγραμμένα .
19.145τῇ μὲν δὴ πόλει ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν , ὧν οὐδʼ εὑρεῖν αἰσχίω ῥᾴδιον · τοῖς δὲ πρέσβεσιν τί τοῖς ταῦτα πράξασιν ; τὰ μὲν ἄλλα σιωπῶ πάνθʼ , ὅσʼ ἑοράκαθʼ ὑμεῖς , οἰκίας , ξύλα , πυρούς , ἀλλʼ ἐν τῇ τῶν ἀπολωλότων συμμάχων χώρᾳ κτήματα καὶ γεωργίαι παμπληθεῖς , Φιλοκράτει μὲν τάλαντον ἔχουσαι πρόσοδον , τούτῳ δὲ Αἰσχίνῃ τριάκοντα μνᾶς .
19.146καίτοι πῶς οὐ δεινόν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ σχέτλιον τὰς τῶν ὑμετέρων συμμάχων συμφορὰς προσόδους τοῖς πρέσβεσι τοῖς ὑμετέροις γεγενῆσθαι , καὶ τὴν αὐτὴν εἰρήνην τῇ μὲν ἐκπεμψάσῃ πόλει τῶν μὲν συμμάχων ὄλεθρον , τῶν δὲ κτημάτων ἀπόστασιν , ἀντὶ δὲ δόξης αἰσχύνην γεγενῆσθαι , τῶν δὲ πρέσβεων τοῖς κατὰ τῆς πόλεως ταῦτα πράξασι προσόδους , εὐπορίας , κτήματα , πλοῦτον ἀντὶ τῶν ἐσχάτων ἀποριῶν εἰργάσθαι ; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω , κάλει μοι τοὺς Ὀλυνθίους μάρτυρας .
Μάρτυρες
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.141 | Dem. 19.145 (English) | >>Dem. 19.148 |